Φυτὸν οὐράνιον
τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ΄ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε͵ ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκεν͵ τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ΄ ἄκρῳ τῷ σώματι͵ πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλὰ οὐράνιον͵ ὀρθότατα λέγοντες· ἐκεῖθεν γάρ͵ ὅθεν ἡ πρώτη τῆς ψυχῆς γένεσις ἔφυ͵ τὸ θεῖον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμῶν ἀνακρεμαννὺν ὀρθοῖ πᾶν τὸ σῶμα. τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονικίας τετευτακότι καὶ ταῦτα διαπονοῦντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι͵ καὶ παντάπασιν καθ΄ ὅσον μάλιστα δυνατὸν θνητῷ γίγνεσθαι͵ τούτου μηδὲ σμικρὸν ἐλλείπειν͵ ἅτε τὸ τοιοῦτον ηὐξηκότι· τῷ δὲ περὶ φιλομαθίαν καὶ περὶ τὰς ἀληθεῖς φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα͵ ἄνπερ ἀληθείας ἐφάπτηται͵ πᾶσα ἀνάγκη που͵ καθ΄ ὅσον δ΄ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται͵ τούτου μηδὲν μέρος ἀπολείπειν͵ ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα σύνοικον ἑαυτῷ͵ διαφερόντως εὐδαίμονα εἶναι. θεραπεία δὲ δὴ παντὶ παντὸς μία͵ τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι. τῷ δ΄ ἐν ἡμῖν θείῳ συγγενεῖς εἰσιν κινήσεις αἱ τοῦ παντὸς διανοήσεις καὶ περιφοραί· ταύταις δὴ συνεπόμενον ἕκαστον δεῖ͵ τὰς περὶ τὴν γένεσιν ἐν τῇ κεφαλῇ διεφθαρμένας ἡμῶν περιόδους ἐξορθοῦντα διὰ τὸ καταμανθάνειν τὰς τοῦ παντὸς ἁρμονίας τε καὶ περιφοράς͵ τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι κατὰ τὴν ἀρχαίαν φύσιν͵ ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.
Ὅτε δὴ τοῦτο ὁ ἔρως ἐστὶν ἀεί͵ ἦ δ΄ ἥ͵ τῶν τίνα τρόπον διωκόντων αὐτὸ καὶ ἐν τίνι πράξει ἡ σπουδὴ καὶ ἡ σύντασις ἔρως ἂν καλοῖτο; τί τοῦτο τυγχάνει ὂν τὸ ἔργον; ἔχεις εἰπεῖν; Οὐ μεντἂν σέ͵ ἔφην ἐγώ͵ ὦ Διοτίμα͵ ἐθαύμαζον ἐπὶ σοφίᾳ καὶ ἐφοίτων παρὰ σὲ αὐτὰ ταῦτα μαθησόμενος. Ἀλλὰ ἐγώ σοι͵ ἔφη͵ ἐρῶ. ἔστι γὰρ τοῦτο τόκος ἐν καλῷ καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν. Μαντείας͵ ἦν δ΄ ἐγώ͵ δεῖται ὅτι ποτε λέγεις͵ καὶ οὐ μανθάνω. Ἀλλ΄ ἐγώ͵ ἦ δ΄ ἥ͵ σαφέστερον ἐρῶ. Κυοῦσιν γάρ͵ ἔφη͵ ὦ Σώκρατες͵ πάντες ἄνθρωποι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν͵ καὶ ἐπειδὰν ἔν τινι ἡλικίᾳ γένωνται͵ τίκτειν ἐπιθυμεῖ ἡμῶν ἡ φύσις. τίκτειν δὲ ἐν μὲν αἰσχρῷ οὐ δύναται͵ ἐν δὲ τῷ καλῷ. ἡ γὰρ ἀνδρὸς καὶ γυναικὸς συνουσία τόκος ἐστίν. ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα͵ καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν͵ ἡ κύησις καὶ ἡ γέννησις. τὰ δὲ ἐν τῷ ἀναρμόστῳ ἀδύνατον γενέσθαι. ἀνάρμοστον δ΄ ἐστὶ τὸ αἰσχρὸν παντὶ τῷ θείῳ͵ τὸ δὲ καλὸν ἁρμόττον.