Illae collationes

Ἡδοναὶ καὶ λῦπαι φόβοι τε καὶ θάρρη ἐπιθυμίαι

Τε καὶ ἀπο­στρο­φαὶ καὶ τὸ ἀλ­γεῖν τί­νος ἂν εἶ­εν; ἢ γὰρ ψυ­χῆς, ἢ χρω­μέ­νης ψυ­χῆς σώ­μα­τι, ἢ τρί­του τι­νὸς ἐξ ἀμ­φοῖν. δι­χῶς δὲ καὶ τοῦ­το: ἢ γὰρ τοῦ­το μῖ­γμα, ἢ ἄλ­λο ἕτε­ρον ἐκ τοῦ μί­γμα­τος. ὁμοί­ως δὲ καὶ τὰ ἐκ τού­των τῶν πα­θη­μά­των γι­νό­με­να καὶ πρατ­τό­με­να καὶ δο­ξα­ζό­με­να. καὶ οὖν καὶ δι­ά­νοια καὶ δό­ξα ζη­τη­τέ­αι, πό­τε­ρα ὧν τὰ πά­θη, ἢ αἱ μὲν οὕ­τως, αἱ δὲ ἄλ­λως. καὶ τὰς νο­ή­σεις δὲ θε­ω­ρη­τέ­ον πῶς καὶ τί­νος, καὶ δὴ καὶ αὐ­τὸ τοῦ­το τὸ ἐπι­σκο­ποῦν καὶ πε­ρὶ τού­των τὴν ζή­τη­σιν καὶ τὴν κρί­σιν ποι­ού­με­νον τί ποτ̓ ἂν εἴη. καὶ πρό­τε­ρον τὸ αἰ­σθά­νε­σθαι τί­νος; ἐν­τεῦ­θεν γὰρ ἄρ­χε­σθαι προσ­ή­κει, ἐπεί­περ τὰ πά­θη ἢ αἰ­σθή­σεις τι­νὲς ἢ οὐκ ἄνευ αἰ­σθή­σε­ως.  

Πρῶ­τον δὲ ψυ­χὴν λη­πτέ­ον, πό­τε­ρον ἄλ­λο μὲν ψυ­χή, ἄλ­λο δὲ ψυ­χῇ εἶ­ναι. εἰ γὰρ τοῦ­το, σύν­θε­τόν τι ἡ ψυ­χὴ καὶ οὐκ ἄτο­πον ἤδη δέ­χε­σθαι αὐ­τὴν καὶ αὐ­τῆς εἶ­ναι τὰ πά­θη τὰ τοι­αῦ­τα, εἰ ἐπι­τρέ­ψει καὶ οὕ­τως ὁ λό­γος, καὶ ὅλως ἕξεις καὶ δι­α­θέ­σεις χεί­ρους καὶ βελ­τί­ους. ἤ, εἰ ταὐ­τόν ἐστι ψυ­χὴ καὶ τὸ ψυ­χῇ εἶ­ναι, εἰ­δός τι ἂν εἴη ψυ­χὴ ἄδε­κτον τού­των ἁπα­σῶν τῶν ἐν­ερ­γει­ῶν, ὧν ἐποι­στι­κὸν ἄλ­λῳ, ἑαυ­τῷ δὲ συμ­φυᾶ ἔχον τὴν ἐν­έρ­γει­αν ἐν ἑαυ­τῷ, ἥν­τι­να ἂν φή­νῃ ὁ λό­γος. οὕ­τω γὰρ καὶ ἀθά­να­τον ἀλη­θὲς λέ­γειν, εἴ­περ δεῖ τὸ ἀθά­να­τον καὶ ἄφθαρ­τον— ἀπα­θὲς εἶ­ναι, ἄλ­λῳ ἑαυ­τοῦ πως δι­δόν, αὐ­τὸ δὲ παῤ ἄλ­λου μη­δὲν ἢ ὅσον πα­ρὰ τῶν πρὸ αὐ­τοῦ ἔχειν, ὧν μὴ ἀπο­τέ­τμη­ται κρειτ­τό­νων ὄν­των. τί γὰρ ἂν καὶ φο­βοῖ­το τοι­οῦ­τον ἄδε­κτον ἂν παν­τὸς τοῦ ἔξω; ἐκεῖ­νο τοί­νυν φο­βεί­σθω, ὃ δύ­να­ται πα­θεῖν. οὐ­δὲ θαρ­ρεῖ τοί­νυν...

Τού­τοις γὰρ θάρ­ρος, οἷς ἂν τὰ φο­βε­ρὰ πα­ρῇ. ἐπι­θυ­μί­αι δὲ­πῶς, αἳ διὰ σώ­μα­τος ἀπο­πλη­ροῦν­ται κε­νου­μέ­νου καὶ πλη­ρου­μέ­νου, ἄλ­λου τοῦ πλη­ρου­μέ­νου καὶ κε­νου­μέ­νου ὄν­τος. πῶς δὲ μί­ξε­ως δε­κτι­κόν, εἰ τὸ οὐ­σι­ῶ­δες ἄμι­κτον. πῶς δὲ ἐπεισ­α­γω­γῆς τι­νων; οὕ­τω γὰρ ἂν σπεύ­δοι εἰς τὸ μὴ εἶ­ναι ὅ ἐστι. τὸ δ̓ ἀλ­γεῖν ἔτι πόρ­ρω. λυ­πεῖ­σθαι δὲ πῶς ἢ ἐπὶ τί­νι; αὔ­ταρ­κες γὰρ τό γε ἁπλοῦν ἐν οὐ­σίᾳ, οἷ­όν ἐστι μέ­νον ἐν οὐ­σίᾳ τῇ αὑ­τοῦ. ἥδε­ται δὲ προσ­γε­νο­μέ­νου τί­νος, οὐ­δε­νὸς οὐδ̓ ἀγα­θοῦ προσ­ι­όν­τος; ὃ γάρ ἐστιν, ἔστιν ἀεί. καὶ μὴν οὐ­δὲ αἴ­σθη­σις ἔσται οὐ­δὲ δι­ά­νοια οὐ­δὲ δό­ξα πε­ρὶ αὐ­τό: αἴ­σθη­σις γὰρ πα­ρα­δο­χὴ εἴ­δους ἢ ἀπα­θοῦς σώ­μα­τος, δι­ά­νοια δὲ καὶ δό­ξα ἐπ̓ αἴ­σθη­σιν. πε­ρὶ δὲ νο­ή­σε­ως ἐπι­σκε­πτέ­ον πῶς, εἰ ταύ­την αὐ­τῇ κα­τα­λεί­ψο­μεν: καὶ πε­ρὶ ἡδο­νῆς αὖ κα­θα­ρᾶς, εἰ συμ­βαί­νει πε­ρὶ αὐ­τὴν μό­νην οὖ­σαν.  ἀλ­λὰ γὰρ ἐν σώ­μα­τι θε­τέ­ον ψυ­χήν, οὖ­σαν εἴ­τε πρὸ τού­του, εἴτ̓ ἐν τού­τῳ, ἐξ οὗ καὶ αὐ­τῆς ζῷ­ον τὸ σύμ­παν ἐκλή­θη. χρω­μέ­νη μὲν οὖν σώ­μα­τι οἷα ὀρ­γά­νῳ οὐκ ἀναγ­κά­ζε­ται δέ­ξα­σθαι τὰ διὰ τοῦ σώ­μα­τος πα­θή­μα­τα, ὥσ­περ οὐ­δὲ τὰ τῶν ὀρ­γά­νων πα­θή­μα­τα οἱ τε­χνῖ­ται: αἴ­σθη­σιν δὲ τάχ̓ ἂν ἀναγ­καί­ως, εἴ­περ δεῖ χρῆ­σθαι τῷ ὀρ­γά­νῳ γι­νω­σκού­σῃ τὰ ἔξ­ω­θεν πα­θή­μα­τα ἐξ αἰ­σθή­σε­ως: ἐπεὶ καὶ τὸ χρῆ­σθαι ὄμ­μα­σίν ἔστιν ὁρᾶν. ἀλ­λὰ καὶ βλά­βαι πε­ρὶ τὸ ὁρᾶν, ὥσ­τε καὶ *λῦ­παι* καὶ τὸ ἀλ­γεῖν καὶ ὅλως ὅ τι περ ἂν πε­ρὶ σῶ­μα πᾶν γί­γνη­ται: ὥσ­τε καὶ ἐπι­θυ­μί­αι ζη­τού­σης τὴν θε­ρα­πεί­αν τοῦ ὀρ­γά­νου. ἀλ­λὰ πῶς ἀπὸ τοῦ σώ­μα­τος εἰς αὐ­τὴν ἥξει τὰ πά­θη; σῶ­μα μὲν γὰρ σώ­μα­τι ἄλ­λῳ με­τα­δώ­σει τῶν ἑαυ­τοῦ, σῶ­μα δὲ ψυ­χῇ πῶς; τοῦ­το γάρ ἐστιν οἷ­ον ἄλ­λου πα­θόν­τος ἄλ­λο πα­θεῖν. μέ­χρι γὰρ τοῦ τὸ μὲν εἶ­ναι τὸ χρώ­με­νον, τὸ δὲ ᾧ χρῆ­ται, χω­ρίς ἐστιν ἑκά­τε­ρον: χω­ρί­ζει γοῦν ὁ τὸ χρώ­με­νον δι­δούς. ἀλ­λὰ πρὸ τοῦ χω­ρί­σαι διὰ φι­λο­σο­φί­ας αὐ­τὸ πῶς εἶ­χεν; ἢ ἐμέ­μι­κτο. ἀλ­λὰ εἰ ἐμέ­μι­κτο, ἢ κρᾶ­σίς τις ἦν, ἢ ὡς δι­α­πλα­κεῖ­σα, ἢ ὡς εἶ­δός τι κε­χω­ρι­σμέ­νον, ἢ εἶ­δος ἐφα­πτό­με­νον, ὥσ­περ ὁ κυ­βερ­νή­της, ἢ τὸ μὲν οὕ­τως αὐ­τοῦ, τὸ δὲ ἐκεί­νως: λέ­γω δὴ τὸ μὲν κε­χω­ρι­σμέ­νον, ὅπερ τὸ χρώ­με­νον, τὸ δὲ με­μι­γμέ­νον ὁπωσ­οῦν καὶ αὐ­τὸ ὂν ἐν τά­ξει τοῦ ᾧ χρῆ­ται, ἵνα τοῦ­το ἡ φι­λο­σο­φία καὶ αὐ­τὸ ἐπι­στρέ­φῃ πρὸς τὸ χρώ­με­νον καὶ τὸ χρώ­με­νον ἀπά­γῃ, ὅσον μὴ πᾶ­σα ἀνάγ­κη, ἀπὸ τοῦ ᾧ χρῆ­ται, ὡς μὴ ἀεὶ χρῆ­σθαι.

  1. IScrip­ta sunt ver­ba.
  2. IIScrip­ta sunt ver­ba.