Illae collationes

Ἀπομνημονεύματα

 

Πολ­λά­κις ἐθαύ­μα­σα τί­σι πο­τὲ λό­γοις Ἀθη­ναί­ους ἔπει­σαν οἱ γρα­ψά­με­νοι Σω­κρά­την ὡς ἄξι­ος εἴη θα­νά­του τῇ πό­λει. ἡ μὲν γὰρ γρα­φὴ κατʼ αὐ­τοῦ τοι­ά­δε τις ἦν· ἀδι­κεῖ Σω­κρά­της οὓς μὲν ἡ πό­λις νο­μί­ζει θε­οὺς οὐ νο­μί­ζων, ἕτε­ρα δὲ και­νὰ δαι­μό­νια εἰσ­φέ­ρων· ἀδι­κεῖ δὲ καὶ τοὺς νέ­ους δι­α­φθεί­ρων.
Πρῶ­τον μὲν οὖν, ὡς οὐκ ἐν­ό­μι­ζεν οὓς ἡ πό­λις νο­μί­ζει θε­ούς, ποίῳ ποτʼ ἐχρή­σαν­το τε­κμη­ρίῳ; θύ­ων τε γὰρ φα­νε­ρὸς ἦν πολ­λά­κις μὲν οἴ­κοι, πολ­λά­κις δὲ ἐπὶ τῶν κοι­νῶν τῆς πό­λε­ως βω­μῶν, καὶ μαν­τι­κῇ χρώ­με­νος οὐκ ἀφα­νὴς ἦν. δι­ε­τε­θρύ­λη­το γὰρ ὡς φαίη Σω­κρά­της τὸ δαι­μό­νι­ον ἑαυ­τῷ ση­μαί­νειν· ὅθεν δὴ καὶ μά­λι­στά μοι δο­κοῦ­σιν αὐ­τὸν αἰ­τι­ά­σα­σθαι και­νὰ δαι­μό­νια εἰσ­φέ­ρειν.
Ὁ δʼ οὐ­δὲν και­νό­τε­ρον εἰσ­έ­φε­ρε τῶν ἄλ­λων, ὅσοι μαν­τι­κὴν νο­μί­ζον­τες οἰ­ω­νοῖς τε χρῶν­ται καὶ φή­μαις καὶ συμ­βό­λοις καὶ θυ­σί­αις. οὗ­τοί τε γὰρ ὑπο­λαμ­βά­νου­σιν οὐ τοὺς ὄρ­νι­θας οὐ­δὲ τοὺς ἀπαν­τῶν­τας> εἰ­δέ­ναι τὰ συμ­φέ­ρον­τα τοῖς μαν­τευ­ο­μέ­νοις, ἀλ­λὰ τοὺς θε­οὺς διὰ τού­των αὐ­τὰ ση­μαί­νειν, κἀ­κεῖ­νος δὲ οὕ­τως ἐν­ό­μι­ζεν. ἀλλʼ οἱ μὲν πλεῖ­στοί φα­σιν ὑπό τε τῶν ὀρ­νί­θων καὶ τῶν ἀπαν­τών­των ἀπο­τρέ­πε­σθαί τε καὶ προ­τρέ­πε­σθαι· Σω­κρά­της δʼ ὥσ­περ ἐγί­γνω­σκεν, οὕ­τως ἔλε­γε· τὸ δαι­μό­νι­ον γὰρ ἔφη ση­μαί­νειν. καὶ πολ­λοῖς τῶν συν­όν­των προ­η­γό­ρευε τὰ μὲν ποι­εῖν, τὰ δὲ μὴ ποι­εῖν, ὡς τοῦ δαι­μο­νί­ου προσ­η­μαί­νον­τος· καὶ τοῖς μὲν πει­θο­μέ­νοις αὐ­τῷ συν­έ­φε­ρε, τοῖς δὲ μὴ πει­θο­μέ­νοις με­τέ­με­λε.
Καί­τοι τίς οὐκ ἂν ὁμο­λο­γή­σει­εν αὐ­τὸν βού­λε­σθαι μήτʼ ἠλί­θι­ον μήτʼ ἀλα­ζό­να φαί­νε­σθαι τοῖς συν­οῦ­σιν; ἐδό­κει δʼ ἂν ἀμ­φό­τε­ρα ταῦ­τα, εἰ προ­α­γο­ρεύ­ων ὡς ὑπὸ θε­οῦ φαι­νό­με­να καὶ ψευ­δό­με­νος> ἐφαί­νε­το. δῆ­λον οὖν ὅτι οὐκ ἂν προ­έ­λε­γεν, εἰ μὴ ἐπί­στευ­εν ἀλη­θεύ­σειν. ταῦ­τα δὲ τίς ἂν ἄλ­λῳ πι­στεύ­σει­εν ἢ θεῷ; πι­στεύ­ων δὲ θε­οῖς πῶς οὐκ εἶ­ναι θε­οὺς ἐν­ό­μι­ζεν; ἀλ­λὰ μὴν ἐποί­ει καὶ τά­δε πρὸς τοὺς ἐπι­τη­δεί­ους.

  1. IScrip­ta sunt ver­ba.
  2. IIScrip­ta sunt ver­ba.